μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον. [2] πρόσκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον: ὧν ἐκτὸς οἴονται δεῖν Ῥωμαίους μήτε λῄζεσθαι μήτε πόλιν κτίζειν. [3] εἰσὶ δὲ τοιαίδε τινές: "1ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις "1καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων "1καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων " [4] 1συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας Ταρ"1σηίου, μὴ λῄζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ᾽ ἐμ" [5] 1πορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχη"1δόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν "1ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας " [6] 1ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ "1τινες Καρχηδονίων λάβωσί τινας, πρὸς οὓς εἰρήνη "1μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται "1δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων "1λιμένας: ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥω" [7] 1μαῖος, ἀφιέσθω. ὡσαύτως δὲ μηδ᾽ οἱ Ῥωμαῖοι " [8] 1ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι "1ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ "1τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς " [9] 1οὓς εἰρήνη καὶ φιλία ἐστὶ Καρχηδονίοις. ὡσαύ" [10] 1τως δὲ μηδ᾽ ὁ Καρχηδόνιος ποιείτω. εἰ δέ, μὴ "1ἰδίᾳ μεταπορευέσθω: ἐὰν δέ τις τοῦτο ποιήσῃ, " [11] 1δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ "1Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ᾽ ἐμπορευέσθω μήτε "1πόλιν κτιζέτω, *** εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν "1ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, " [12] 1ἐν πένθ᾽ ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς "1Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα "1καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ" [13] 1εστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν "1Ῥώμῃ."2 [14]
πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων, [15] περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, περὶ τῆς ὑπ᾽ αὐτοὺς ταττομένης. [16] ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης: οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαιίτας, Ταρρακινίτας. αὗται δ᾽ εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας.