[3] βραχύν τινα χρόνον ἡ σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν διότι, τῶν ἐπὶ Θρᾴκης τόπων ἐὰν μὴ καταλάβωσιν οἱ πρεσβευταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου γνώμην καὶ πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν ἐγκεχειρισμένας, οὐκέτι δυνήσεται φέρειν οὐδὲ καρτερεῖν παρακουομένη περὶ τούτων.