[2] ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τ᾽ ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐπιβολάς, ὑπ᾽ οὐθενὸς οὔτ᾽ ἐπεβουλεύθη τὸ παράπαν οὔτ᾽ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. —