[7] ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθάπερ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαιοὺς πρὸς τὸν Κλεομένη: κἂν μὲν ἡ τύχη συνεπιλαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων: ἂν δ᾽ ἀντιπίπτῃ τὰ τῆς τύχης,