previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκράγαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους, κἄπειτα πῦρ ὑποκαίων ἐλάμβανε [2] τιμωρίαν παρὰ τῶν ὑποταττομένων τοιαύτην ὥστ᾽ ἐκπυρουμένου τοῦ χαλκοῦ τὸν μὲν ἄνθρωπον πανταχόθεν παροπτώμενον καὶ περιφλεγόμενον διαφθείρεσθαι, κατὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀλγηδόνος, ὁπότ᾽ ἀναβοήσειε, μυκηθμῷ παραπλήσιον τὸν ἦχον ἐκ τοῦ κατασκευάσματος προσπίπτειν τοῖς ἀκούουσι. [3] τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, δι᾽ ἧς συνέβαινε καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, δι᾽ ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, [4] ὅμως Τίμαιος ἐπεβάλετο καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων μήτ᾽ εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι τοιοῦτον ἐν τῇ προειρημένῃ πόλει: [5] καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους. —

κατὰ τῆς Τιμαίου τί ποτε δεῖ λέγειν ὄνομα καὶ ῥῆμα; πάντα γὰρ ἐπιδέχεσθαί μοι δοκεῖ τὰ πικρότατα τὸ γένος, οἷς ἐκεῖνος κέχρηται κατὰ τῶν πλησίον. [6] ὅτι μὲν οὖν ἐστι φιλαπεχθὴς καὶ ψεύστης καὶ τολμηρός, σχεδὸν ἱκανῶς ἐκ τῶν προειρημένων ὑπεδείχθη: διότι δ᾽ ἀφιλόσοφός ἐστι καὶ συλλήβδην ἀνάγωγος συγγραφεύς, ἐκ τῶν λέγεσθαι μελλόντων ἔσται συμφανές. [7] ἐν γὰρ τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καὶ ταύτης ἐπὶ τελευτῇ, λέγει κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι τῆς γῆς τῆς ὑπὸ τῷ κόσμῳ κειμένης εἰς τρία μέρη διῃρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Λιβύης, τῆς δ᾽ Εὐρώπης προσαγορευομένης. [8] ταῦτα γὰρ οὐχ οἷον Τίμαιον εἰρηκέναι τίς ἂν πιστεύσειεν, ἀλλ᾽ οὐδὲ τὸν λεγόμενον Μαργίτην ἐκεῖνον. [9] τίς γὰρ οὕτως ἐστὶν ἀδαής, οὐ λέγω τῶν πρὸς ὑπομνήμασι γεγονότων ***

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: