ταῦτα δ᾽ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις:1 καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δ᾽ οὖν παρ᾽ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα: ‘ἅνθρωπος2 οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός: ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις, τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτ᾽ ἀγαθὸν ὑπολαμβάνων εἶναι.’