‘πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δ᾽ ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν ᾧ γέγραπται 'πράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλ᾽ ὅ τι ἂν δύνωνται ἀγαθόν:' ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. εἰ μὲν οὖν ἡγεῖτο ὁ δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας1 πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτ᾽ ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι: νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν, ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν.’