Στρεψιάδης
χἄτερά γε πόλλ᾽: ἀλλ᾽ ὅ τι μάθοιμ᾽ ἑκάστοτε,
855ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
Φειδιππίδης
διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιάδης
ἀλλ᾽ οὐκ ἀπολώλεκ᾽, ἀλλὰ καταπεφρόντικα.
Φειδιππίδης
τὰς δ᾽ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
Στρεψιάδης
ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
860ἀλλ᾽ ἴθι βάδιζ᾽, ἴωμεν: εἶτα τῷ πατρὶ
πιθόμενος ἐξάμαρτε: κἀγώ τοί ποτε,
οἶδ᾽, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
τούτου 'πριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππίδης
865ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ᾽ ἀχθέσει.
Στρεψιάδης
εὖ γ᾽ ὅτι ἐπείσθης. δεῦρο δεῦρ᾽ ὦ Σώκρατες,
ἔξελθ᾽: ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
ἄκοντ᾽ ἀναπείσας.
Σωκράτης
νηπύτιος γάρ ἐστ᾽ ἔτι,
καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
Φειδιππίδης
870αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
Στρεψιάδης
οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκράτης
ἰδοὺ κρέμαι᾽, ὡς ἠλίθιον ἐφθέγξατο
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
πῶς ἂν μάθοι ποθ᾽ οὗτος ἀπόφυξιν δίκης
875ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
καίτοι γε ταλάντου τοῦτ᾽ ἔμαθεν Ὑπέρβολος.
Στρεψιάδης
ἀμέλει δίδασκε: θυμόσοφός ἐστιν φύσει:
εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ᾽ ἔγλυφεν,
880ἁμαξίδας τε σκυτίνας ἠργάζετο,
κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
ὅπως δ᾽ ἐκείνω τὼ λόγω μαθήσεται,
τὸν κρείττον᾽ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα:
885ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
Σωκράτης
αὐτὸς μαθήσεται παρ᾽ αὐτοῖν τοῖν λόγοιν.
ἐγὼ δ᾽ ἀπέσομαι.
Στρεψιάδης
τοῦτό νυν μέμνησ᾽, ὅπως
πρὸς πάντα τὰ δίκαι᾽ ἀντιλέγειν δυνήσεται.