previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σωκράτης

φέρε νυν ἀθρήσω πρῶτον τι δρᾷ τουτονί.
οὗτος καθεύδεις;

Στρεψιάδης
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

Σωκράτης

ἔχεις τι;

Στρεψιάδης
μὰ Δί᾽ οὐ δῆτ᾽ ἔγωγ᾽.

Σωκράτης
οὐδὲν
πάνυ;

Στρεψιάδης

οὐδέν γε πλὴν τὸ πέος ἐν τῇ δεξιᾷ.

Σωκράτης

735οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;

Στρεψιάδης

περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον Σώκρατες.

Σωκράτης

αὐτὸς τι βούλει πρῶτος ἐξευρὼν λέγε.

Στρεψιάδης

ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.

Σωκράτης

740ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα
λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,
ὀρθῶς διαιρῶν καὶ σκοπῶν.

Στρεψιάδης
οἴμοι τάλας.

Σωκράτης

ἔχ᾽ ἀτρέμα: κἂν ἀπορῇς τι τῶν νοημάτων,
ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλιν
745κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.

Στρεψιάδης

Σωκρατίδιον φίλτατον.

Σωκράτης
τί γέρον;

Στρεψιάδης

ἔχω τόκου γνώμην ἀποστερητικήν.

Σωκράτης

ἐπίδειξον αὐτήν.

Στρεψιάδης
εἰπὲ δή νύν μοι

Σωκράτης
τὸ τί;

Στρεψιάδης

γυναῖκα φαρμακίδ᾽ εἰ πριάμενος Θετταλὴν
750καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
αὐτὴν καθείρξαιμ᾽ ἐς λοφεῖον στρογγύλον,
ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων

Σωκράτης

τί δῆτα τοῦτ᾽ ἂν ὠφελήσειέν σ᾽;

Στρεψιάδης
τι;
εἰ μηκέτ᾽ ἀνατέλλοι σελήνη μηδαμοῦ,
755οὐκ ἂν ἀποδοίην τοὺς τόκους.

Σωκράτης
ὁτιὴ τί δή;

Στρεψιάδης

ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.

Σωκράτης

εὖ γ᾽: ἀλλ᾽ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
760ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.

Στρεψιάδης

ὅπως; ὅπως; οὐκ οἶδ᾽: ἀτὰρ ζητητέον.

Σωκράτης

μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
ἀλλ᾽ ἀποχάλα τὴν φροντίδ᾽ ἐς τὸν ἀέρα
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.

Στρεψιάδης

765ηὕρηκ᾽ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
ὥστ᾽ αὐτὸν ὁμολογεῖν σ᾽ ἐμοί.

Σωκράτης
ποίαν τινά;

Στρεψιάδης

ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
ἀφ᾽ ἧς τὸ πῦρ ἅπτουσι;

Σωκράτης
τὴν ὕαλον λέγεις;

Στρεψιάδης

ἔγωγε. φέρε τί δῆτ᾽ ἄν, εἰ ταύτην λαβών,
770ὁπότε γράφοιτο τὴν δίκην γραμματεύς,
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
τὰ γράμματ᾽ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

Σωκράτης

σοφῶς γε νὴ τὰς Χάριτας.

Στρεψιάδης
οἴμ᾽ ὡς ἥδομαι
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.

Σωκράτης

775ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.

Στρεψιάδης
τὸ τί;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: