Χορός
575ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.
ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ᾽ ἐναντίον:
πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,
δαιμόνων ἡμῖν μόναις οὐ θύετ᾽ οὐδὲ σπένδετε,
αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
580μηδενὶ ξὺν νῷ, τότ᾽ ἢ βροντῶμεν ἢ ψακάζομεν.
εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
ἡνίχ᾽ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν
κἀποιοῦμεν δεινά, βροντὴ δ᾽ ἐρράγη δι᾽ ἀστραπῆς:
ἡ σελήνη δ᾽ ἐξέλειπε τὰς ὁδούς, ὁ δ᾽ ἥλιος
585τὴν θρυαλλίδ᾽ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.
ἀλλ᾽ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν
τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς
ἅττ᾽ ἂν ὑμεῖς ἐξαμάρτητ᾽ ἐπὶ τὸ βέλτιον τρέπειν.
590ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν:
ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.