Χορός
ἀλλ᾽ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,
καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
Σωκράτης
ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
ἵν᾽ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
480ἤδη 'πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
Στρεψιάδης
τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
Σωκράτης
οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
ἦ μνημονικὸς εἶ;
Στρεψιάδης
δύο τρόπω νὴ τὸν Δία:
ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ:
485ἐὰν δ᾽ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
Σωκράτης
ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
Στρεψιάδης
λέγειν μὲν οὐκ ἔνεστ᾽, ἀποστερεῖν δ᾽ ἔνι.
Σωκράτης
πῶς οὖν δυνήσει μανθάνειν;
Σωκράτης
ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
490περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
Στρεψιάδης
τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
Σωκράτης
ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
δέδοικά σ᾽ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
φέρ᾽ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
Στρεψιάδης
τύπτομαι,
495ἔπειτ᾽ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
εἶτ᾽ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
Σωκράτης
ἴθι νυν κατάθου θοἰμάτιον.
Σωκράτης
οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
Στρεψιάδης
ἀλλ᾽ οὐχὶ φωράσων ἔγωγ᾽ εἰσέρχομαι.
Σωκράτης
500κατάθου. τί ληρεῖς;
Στρεψιάδης
ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
Σωκράτης
οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
Στρεψιάδης
οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
Σωκράτης
505οὐ μὴ λαλήσεις, ἀλλ᾽ ἀκολουθήσεις ἐμοὶ
ἀνύσας τι δευρὶ θᾶττον;
Στρεψιάδης
ἐς τὼ χεῖρέ νυν
δός μοι μελιτοῦτταν πρότερον: ὡς δέδοικ᾽ ἐγὼ
εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
Σωκράτης
χώρει: τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;