Στρεψιάδης
δράσω ταῦθ᾽ ὑμῖν πιστεύσας: ἡ γὰρ ἀνάγκη με πιέζει
διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ᾽ ἐπέτριψεν.
νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται
440τουτὶ τοὐμὸν σῶμ᾽ αὐτοῖσιν
παρέχω, τύπτειν πεινῆν διψῆν
αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,
εἴπερ τὰ χρέα διαφευξοῦμαι,
τοῖς τ᾽ ἀνθρώποις εἶναι δόξω
445θρασὺς εὔγλωττος τολμηρὸς ἴτης
βδελυρὸς ψευδῶν συγκολλητὴς
εὑρησιεπὴς περίτριμμα δικῶν
κύρβις κρόταλον κίναδος τρύμη
μάσθλης εἴρων γλοιὸς ἀλαζὼν
450κέντρων μιαρὸς στρόφις ἀργαλέος
ματιολοιχός:
ταῦτ᾽ εἴ με καλοῦσ᾽ ἁπαντῶντες,
δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,
κεἰ βούλονται
455νὴ τὴν Δήμητρ᾽ ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.