Φειδιππίδης
25Φίλων ἀδικεῖς: ἔλαυνε τὸν σαυτοῦ δρόμον.
Στρεψιάδης
τοῦτ᾽ ἔστι τουτὶ τὸ κακὸν ὅ μ᾽ ἀπολώλεκεν:
ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
Φειδιππίδης
πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
Στρεψιάδης
ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ᾽ ἐλαύνεις δρόμους.
30ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.
Φειδιππίδης
ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
Στρεψιάδης
ἀλλ᾽ ὦ μέλ᾽ ἐξήλικας ἐμέ γ᾽ ἐκ τῶν ἐμῶν,
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35ἐνεχυράσεσθαί φασιν.
Φειδιππίδης
ἐτεὸν ὦ πάτερ
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ᾽ ὅλην;
Στρεψιάδης
δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.
Φειδιππίδης
ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
Στρεψιάδης
σὺ δ᾽ οὖν κάθευδε: τὰ δὲ χρέα ταῦτ᾽ ἴσθ᾽ ὅτι
40ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ.
εἴθ᾽ ὤφελ᾽ ἡ προμνήστρι᾽ ἀπολέσθαι κακῶς,
ἥτις με γῆμ᾽ ἐπῆρε τὴν σὴν μητέρα:
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
45βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
ἔπειτ᾽ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
ταύτην ὅτ᾽ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
50ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,
ἡ δ᾽ αὖ μύρου κρόκου καταγλωττισμάτων,
δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
οὐ μὴν ἐρῶ γ᾽ ὡς ἀργὸς ἦν, ἀλλ᾽ ἐσπάθα.
ἐγὼ δ᾽ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
55πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.