previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φειδιππίδης

25Φίλων ἀδικεῖς: ἔλαυνε τὸν σαυτοῦ δρόμον.

Στρεψιάδης

τοῦτ᾽ ἔστι τουτὶ τὸ κακὸν μ᾽ ἀπολώλεκεν:
ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

Φειδιππίδης

πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;

Στρεψιάδης

ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ᾽ ἐλαύνεις δρόμους.
30ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.

Φειδιππίδης

ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

Στρεψιάδης

ἀλλ᾽ μέλ᾽ ἐξήλικας ἐμέ γ᾽ ἐκ τῶν ἐμῶν,
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35ἐνεχυράσεσθαί φασιν.

Φειδιππίδης
ἐτεὸν πάτερ
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ᾽ ὅλην;

Στρεψιάδης

δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.

Φειδιππίδης

ἔασον δαιμόνιε καταδαρθεῖν τί με.

Στρεψιάδης

σὺ δ᾽ οὖν κάθευδε: τὰ δὲ χρέα ταῦτ᾽ ἴσθ᾽ ὅτι
40ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ.
εἴθ᾽ ὤφελ᾽ προμνήστρι᾽ ἀπολέσθαι κακῶς,
ἥτις με γῆμ᾽ ἐπῆρε τὴν σὴν μητέρα:
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
45βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
ἔπειτ᾽ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
ταύτην ὅτ᾽ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
50ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,
δ᾽ αὖ μύρου κρόκου καταγλωττισμάτων,
δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
οὐ μὴν ἐρῶ γ᾽ ὡς ἀργὸς ἦν, ἀλλ᾽ ἐσπάθα.
ἐγὼ δ᾽ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
55πρόφασιν ἔφασκον, γύναι λίαν σπαθᾷς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: