previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Στρεψιάδης

Σώκρατες,
Σωκρατίδιον.

Σωκράτης
τί με καλεῖς ὦφήμερε;

Στρεψιάδης

πρῶτον μὲν τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.

Σωκράτης

225ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Στρεψιάδης

ἔπειτ᾽ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
ἀλλ᾽ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

Σωκράτης
οὐ γὰρ ἄν ποτε
ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,
εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα
230λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.
εἰ δ᾽ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
οὐκ ἄν ποθ᾽ ηὗρον: οὐ γὰρ ἀλλ᾽ γῆ βίᾳ
ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

Στρεψιάδης

235τί φῄς;
φροντὶς ἕλκει τὴν ἰκμάδ᾽ ἐς τὰ κάρδαμα;
ἴθι νυν κατάβηθ᾽ Σωκρατίδιον ὡς ἐμέ,
ἵνα με διδάξῃς ὧνπερ οὕνεκ᾽ ἐλήλυθα.

Σωκράτης

ἦλθες δὲ κατὰ τί;

Στρεψιάδης
βουλόμενος μαθεῖν λέγειν.
240ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
ἄγομαι φέρομαι, τὰ χρήματ᾽ ἐνεχυράζομαι.

Σωκράτης

πόθεν δ᾽ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;

Στρεψιάδης

νόσος μ᾽ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.
ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
245τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ᾽ ὅντιν᾽ ἂν
πράττῃ μ᾽ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

Σωκράτης

ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
ἡμῖν νόμισμ᾽ οὐκ ἔστι.

Στρεψιάδης
τῷ γὰρ ὄμνυτ᾽;
σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;

Σωκράτης

250βούλει τὰ θεῖα πράγματ᾽ εἰδέναι σαφῶς
ἅττ᾽ ἐστὶν ὀρθῶς;

Στρεψιάδης
νὴ Δί᾽ εἴπερ ἔστι γε.

Σωκράτης

καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,
ταῖς ἡμετέραισι δαίμοσιν;

Στρεψιάδης
μάλιστά γε.

Σωκράτης

κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

Στρεψιάδης

255ἰδοὺ κάθημαι.

Σωκράτης
τουτονὶ τοίνυν λαβὲ
τὸν στέφανον.

Στρεψιάδης
ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες
ὥσπερ με τὸν Ἀθάμανθ᾽ ὅπως μὴ θύσετε.

Σωκράτης

οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
ἡμεῖς ποιοῦμεν.

Στρεψιάδης
εἶτα δὴ τί κερδανῶ;

Σωκράτης

260λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
ἀλλ᾽ ἔχ᾽ ἀτρεμί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: