Στρεψιάδης
180τί δῆτ᾽ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
ἄνοιγ᾽ ἄνοιγ᾽ ἀνύσας τὸ φροντιστήριον,
καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
μαθητιῶ γάρ: ἀλλ᾽ ἄνοιγε τὴν θύραν.
ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;
Μαθητής
185τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;
Στρεψιάδης
τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.
ἀτὰρ τί ποτ᾽ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;
Μαθητής
ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
Στρεψιάδης
βολβοὺς ἄρα
ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε:
190ἐγὼ γὰρ οἶδ᾽ ἵν᾽ εἰσὶ μεγάλοι καὶ καλοί.
τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ᾽ ἐγκεκυφότες;
Μαθητής
οὗτοι δ᾽ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
Στρεψιάδης
τί δῆθ᾽ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
Μαθητής
αὐτὸς καθ᾽ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
195ἀλλ᾽ εἴσιθ᾽, ἵνα μὴ 'κεῖνος ὑμῖν ἐπιτύχῃ.
Στρεψιάδης
μήπω γε μήπω γ᾽: ἀλλ᾽ ἐπιμεινάντων, ἵνα
αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
Μαθητής
ἀλλ᾽ οὐχ οἷόν τ᾽ αὐτοῖσι πρὸς τὸν ἀέρα
ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
Στρεψιάδης
200πρὸς τῶν θεῶν τί γὰρ τάδ᾽ ἐστίν; εἰπέ μοι.
Στρεψιάδης
τοῦτ᾽ οὖν τί ἐστι χρήσιμον;
Στρεψιάδης
πότερα τὴν κληρουχικήν;
Μαθητής
οὔκ, ἀλλὰ τὴν σύμπασαν.
Στρεψιάδης
ἀστεῖον λέγεις.
205τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
Μαθητής
αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
αἵδε μὲν Ἀθῆναι.
Στρεψιάδης
τί σὺ λέγεις; οὐ πείθομαι,
ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
Μαθητής
ὡς τοῦτ᾽ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
Στρεψιάδης
210καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
Μαθητής
ἐνταῦθ᾽ ἔνεισιν. ἡ δέ γ᾽ Εὔβοἰ, ὡς ὁρᾷς,
ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
Στρεψιάδης
οἶδ᾽: ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
ἀλλ᾽ ἡ Λακεδαίμων ποῦ 'σθ᾽;
Στρεψιάδης
215ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,
ταύτην ἀφ᾽ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
Στρεψιάδης
νὴ Δί᾽ οἰμώξεσθ᾽ ἄρα.
φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
Στρεψιάδης
ὦ Σώκρατες.
ἴθ᾽ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.
Μαθητής
220αὐτὸς μὲν οὖν σὺ κάλεσον: οὐ γάρ μοι σχολή.