Στρεψιάδης
καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
ἐγὼ φράσω: 'πειδὴ γὰρ εἱστιώμεθ᾽, ὥσπερ ἴστε,
1355πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ᾽ ἐγὼ 'κέλευσα
ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.
ὁ δ᾽ εὐθέως ἀρχαῖον εἶν᾽ ἔφασκε τὸ κιθαρίζειν
ᾁδειν τε πίνονθ᾽ ὡσπερεὶ κάχρυς γυναῖκ᾽ ἀλοῦσαν.
Φειδιππίδης
οὐ γὰρ τότ᾽ εὐθὺς χρῆν σ᾽ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,
1360ᾁδειν κελεύονθ᾽ ὡσπερεὶ τέττιγας ἑστιῶντα;
Στρεψιάδης
τοιαῦτα μέντοι καὶ τότ᾽ ἔλεγεν ἔνδον οἷάπερ νῦν,
καὶ τὸν Σιμωνίδην ἔφασκ᾽ εἶναι κακὸν ποιητήν.
κἀγὼ μόλις μὲν ἀλλ᾽ ὅμως ἠνεσχόμην τὸ πρῶτον:
ἔπειτα δ᾽ ἐκέλευσ᾽ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
1365τῶν Αἰσχύλου λέξαι τί μοι: κᾆθ᾽ οὗτος εὐθὺς εἶπεν:
‘ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,
ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;’
κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, ‘σὺ δ᾽ ἀλλὰ τούτων
1370λέξον τι τῶν νεωτέρων, ἅττ᾽ ἐστὶ τὰ σοφὰ ταῦτα.’
ὁ δ᾽ εὐθὺς ᾖσ᾽ Εὐριπίδου ῥῆσίν τιν᾽, ὡς ἐκίνει
ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.
κἀγὼ οὐκέτ᾽ ἐξηνεσχόμην, ἀλλ᾽ εὐθέως ἀράττω
πολλοῖς κακοῖς καἰσχροῖσι: κᾆτ᾽ ἐντεῦθεν, οἷον εἰκός,
1375ἔπος πρὸς ἔπος ἠρειδόμεσθ᾽: εἶθ᾽ οὗτος ἐπαναπηδᾶ,
κἄπειτ᾽ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
Φειδιππίδης
οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς
σοφώτατον;
Στρεψιάδης
σοφώτατόν γ᾽ ἐκεῖνον:ὦ — τί σ᾽ εἴπω;
ἀλλ᾽ αὖθις αὖ τυπτήσομαι.
Φειδιππίδης
νὴ τὸν Δί᾽ ἐν δίκῃ γ᾽ ἄν.
Στρεψιάδης
1380καὶ πῶς δικαίως; ὅστις ὦ 'ναίσχυντέ σ᾽ ἐξέθρεψα,
αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.
εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον:
μαμμᾶν δ᾽ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον:
κακκᾶν δ᾽ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
1385ἐξέφερον ἂν καὶ προὐσχόμην σε: σὺ δ᾽ ἐμὲ νῦν ἀπάγχων