previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αμυνίας

ἰώ μοί μοι.

Στρεψιάδης

ἔα.
1260τίς οὑτοσί ποτ᾽ ἔσθ᾽ θρηνῶν; οὔτι που
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

Αμυνίας

τί δ᾽ ὅστις εἰμὶ τοῦτο βούλεσθ᾽ εἰδέναι;
ἀνὴρ κακοδαίμων.

Στρεψιάδης
κατὰ σεαυτόν νυν τρέπου.

Αμυνίας

σκληρὲ δαῖμον, τύχαι θραυσάντυγες
1265ἵππων ἐμῶν, Παλλὰς ὥς μ᾽ ἀπώλεσας.

Στρεψιάδης

τί δαί σε Τληπόλεμός ποτ᾽ εἴργασται κακόν;

Αμυνίας

μὴ σκῶπτέ μ᾽ τᾶν, ἀλλά μοι τὰ χρήματα
τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.

Στρεψιάδης

1270τὰ ποῖα ταῦτα χρήμαθ᾽;

Αμυνίας
ἁδανείσατο.

Στρεψιάδης

κακῶς ἄρ᾽ ὄντως εἶχες, ὥς γ᾽ ἐμοὶ δοκεῖς.

Αμυνίας

ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.

Στρεψιάδης

τί δῆτα ληρεῖς ὥσπερ ἀπ᾽ ὄνου καταπεσών;

Αμυνίας

ληρῶ, τὰ χρήματ᾽ ἀπολαβεῖν εἰ βούλομαι;

Στρεψιάδης

1275οὐκ ἔσθ᾽ ὅπως σύ γ᾽ αὐτὸς ὑγιαίνεις.

Αμυνίας
τί δαί;

Στρεψιάδης

τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.

Αμυνίας

σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
εἰ μὴ 'ποδώσεις τἀργύριον.

Στρεψιάδης
κάτειπέ νυν,
πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
1280ὕειν ὕδωρ ἑκάστοτ᾽, τὸν ἥλιον
ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ᾽ ὕδωρ πάλιν;

Αμυνίας

οὐκ οἶδ᾽ ἔγωγ᾽ ὁπότερον, οὐδέ μοι μέλει.

Στρεψιάδης

πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;

Αμυνίας

1285ἀλλ᾽ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον
ἀπόδοτε:

Στρεψιάδης
τοῦτο δ᾽ ἔσθ᾽ τόκος τί θηρίον;

Αμυνίας

τί δ᾽ ἄλλο γ᾽ κατὰ μῆνα καὶ καθ᾽ ἡμέραν
πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
ὑπορρέοντος τοῦ χρόνου;

Στρεψιάδης
καλῶς λέγεις.
1290τί δῆτα; τὴν θάλατταν ἔσθ᾽ ὅτι πλείονα
νυνὶ νομίζεις πρὸ τοῦ;

Αμυνίας
μὰ Δί᾽ ἀλλ᾽ ἴσην.
οὐ γὰρ δίκαιον πλείον᾽ εἶναι.

Στρεψιάδης
κᾆτα πῶς
αὕτη μὲν κακόδαιμον οὐδὲν γίγνεται
ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
1295ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;
οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
φέρε μοι τὸ κέντρον.

Αμυνίας
ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Στρεψιάδης

ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς σαμφόρα;

Αμυνίας

ταῦτ᾽ οὐχ ὕβρις δῆτ᾽ ἐστίν;

Στρεψιάδης
ᾁξεις; ἐπιαλῶ
1300κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
φεύγεις; ἔμελλόν σ᾽ ἆρα κινήσειν ἐγὼ
αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: