Στρεψιάδης
ἰοὺ ἰού:
ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον:
ἀπέραντον. οὐδέποθ᾽ ἡμέρα γενήσεται;
καὶ μὴν πάλαι γ᾽ ἀλεκτρυόνος ἤκουσ᾽ ἐγώ:
5οἱ δ᾽ οἰκέται ῥέγκουσιν: ἀλλ᾽ οὐκ ἂν πρὸ τοῦ.
ἀπόλοιο δῆτ᾽ ὦ πόλεμε πολλῶν οὕνεκα,
ὅτ᾽ οὐδὲ κολάσ᾽ ἔξεστί μοι τοὺς οἰκέτας.
ἀλλ᾽ οὐδ᾽ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
10ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
ἀλλ᾽ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.
ἀλλ᾽ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων
15ἱππάζεταί τε καὶ ξυνωρικεύεται
ὀνειροπολεῖ θ᾽ ἵππους: ἐγὼ δ᾽ ἀπόλλυμαι
ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας:
οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,
κἄκφερε τὸ γραμματεῖον, ἵν᾽ ἀναγνῶ λαβὼν
20ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
φέρ᾽ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.
τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;
ὅτ᾽ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
εἴθ᾽ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.