Χορός
1115τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
ὠφελῶσ᾽ ἐκ τῶν δικαίων, βουλόμεσθ᾽ ἡμεῖς φράσαι.
πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ᾽ ἐν ὥρᾳ τοὺς ἀγρούς,
ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ᾽ ἄλλοις ὕστερον.
εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
1120ὥστε μήτ᾽ αὐχμὸν πιέζειν μήτ᾽ ἄγαν ἐπομβρίαν.
ἢν δ᾽ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά,
λαμβάνων οὔτ᾽ οἶνον οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐκ τοῦ χωρίου.
ἡνίκ᾽ ἂν γὰρ αἵ τ᾽ ἐλαῖαι βλαστάνωσ᾽ αἵ τ᾽ ἄμπελοι,
1125ἀποκεκόψονται: τοιαύταις σφενδόναις παιήσομεν.
ἢν δὲ πλινθεύοντ᾽ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
κἂν γαμῇ ποτ᾽ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
ὕσομεν τὴν νύκτα πᾶσαν: ὥστ᾽ ἴσως βουλήσεται
1130κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.