previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀφικόμενοί τε μέχρι Τύσκλου πόλεως, μαθόντες τὸν περίβολον τῆς Ῥώμης ὅλον πληθύοντα ὅπλων, καὶ πρὸ τῶν πυλῶν τέτταρας ἐξεστρατευμένας σπείρας, ἀνδρῶν ἑξακοσίων ἑκάστην, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀπετράποντο, τὴν δ᾽ ὑπὸ τῇ πόλει χώραν, ἣν ἐν τῇ προτέρᾳ παρέλιπον εἰσβολῇ, ἐγκαθεζόμενοι ἐδῄουν. [2] ἐπιφανέντος δ᾽ αὐτοῖς θατέρου τῶν ὑπάτων Λευκίου Λοκρητίου καὶ θεμένου τὴν παρεμβολὴν οὐ πρόσω καλὸν ὑπολαβόντες εἶναι καιρόν, πρὶν ἐλθεῖν τῷ Λοκρητίῳ τὴν ἑτέραν Ῥωμαίων δύναμιν σύμμαχον, ἧς Οὐετούριος ἡγεῖτο, συνάψαι μάχην, θέμενοι τὰς ἀποσκευὰς ἐπὶ λόφου τινὸς καὶ δύο σπείρας ἐπ᾽ αὐταῖς καταλιπόντες, οἱ λοιποὶ προῆλθον εἰς τὸ πεδίον: [p. 400] καὶ συμβαλόντες τοῖς Ῥωμαίοις ἄνδρες ἀγαθοὶ κατὰ [3] τὸν ἀγῶνα ἐγίνοντο μέχρι πολλοῦ. μαθόντες δ᾽ ἐκ τῶν κατὰ νώτου φρουρῶν τινες καταβαίνουσαν ὑπὲρ ὄχθου στρατιὰν ὑπέλαβον ἥκειν τὸν ἕτερον τῶν ὑπάτων ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, καὶ δείσαντες, μὴ κυκλωθεῖεν ὑπ᾽ ἀμφοῖν, οὐκέτι διέμειναν, ἀλλ᾽ εἰς φυγὴν τρέπονται. ἐν τούτῳ τῷ ἀγῶνι οἵ θ᾽ ἡγεμόνες αὐτῶν ἀμφότεροι γενναίων ἀνδρῶν ἔργα ἀποδειξάμενοι πίπτουσι, καὶ ἄλλοι πολλοὶ μαχόμενοι περὶ αὐτοὺς ἀγαθοί: οἱ δὲ φυγόντες ἐκ τῆς μάχης εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας σκεδασθέντες ἀνεχώρησαν. [4] ἐκ δὲ τούτου πολλὴν ἄδειαν λαβὼν Λοκρήτιος ἔφθειρε τὴν Αἰκανῶν γῆν, καὶ Οὐετούριος τὴν Οὐολούσκων, ἕως τῶν ἀρχαιρεσίων ἐπέστη καιρός. τότε δ᾽ ἀναστήσαντες τὰς δυνάμεις ἀπῆγον ἐπ᾽ οἴκου καὶ κατήγαγον ἀμφότεροι τοὺς ἐπινικίους θριάμβους: Λοκρήτιος μέν, ἐπὶ τοῦ τεθρίππου παρεμβεβηκώς, Οὐετούριος δὲ πεζὸς εἰσελαύνων. δύο γὰρ οὗτοι θρίαμβοι δίδονται τοῖς ἡγεμόσιν ὑπὸ τῆς βουλῆς, ὥσπερ ἔφην, τὰ μὲν ἄλλα ἔχοντες ἴσα, τῷ δὲ τὸν μὲν ἱππικὸν εἶναι, τὸν δὲ πεζικόν, διαφέροντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: