previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος. ἄρτι δ᾽ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα. καὶ μετ᾽ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο: ἦν δ᾽ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος. [2] τότε μὲν οὖνκαὶ γὰρ ἦν ἔτι νύξἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας: ὡς δ᾽ ἡμέρα τ᾽ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἐν τῇ πόλει δύναμις, [p. 373] ἦγον ἐπὶ τοὺς πολεμίους. οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους. [3] τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν: ὀλίγαις δ᾽ ὕστερον ἡμέραις τάς τ᾽ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δ᾽ ἐπὶ τὴν Οὐολούσκων: καὶ αὐτοῖς ἀμφοτέροις κατὰ [4] γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν. Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον: ὥστ᾽ οὐδ᾽ εἰς πεῖραν ἑτέρας μάχης ἔτ᾽ ἤρχοντο. [5] Νομικίῳ τ᾽ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλ᾽ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι. ἐν δὲ τούτῳ τε γῆ αὐτῶν πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας. ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους στρατιὰ συγχωρήσει τοῦ ὑπάτου [p. 374] διήρπασε, τὰ δ᾽ ἐλεύθερα σώματα, ὁπόσα μὴ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη. ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί. [6] μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τ᾽ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων: ὥστε μηδ᾽ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον. ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπ᾽ οἴκου τὴν δύναμιν, καὶ ἐνιαυτὸς οὗτος ἐτελεύτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: