previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ γοῦν Τυρρηνοὶ τούς τ᾽ ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις. ἔτυχε δ᾽ οὐ μακρὰν κατεστρατοπεδευκὼς ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ: καὶ ὅτε Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφ᾽ οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τ᾽ οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν [p. 314] αὐτῶν ποιήσασθαι φροντίδα τῆς τ᾽ ἀρετῆς καὶ [2] δόξης τοῖς ἀνδράσι φθονῶν. τοιγαροῦν μετὰ ταῦθ᾽ ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω. σφόδρα γὰρ ἐπένθησεν Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν: τὴν δ᾽ ἡμέραν ἐκείνην, ἐν τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη. [3] ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδονἦν δ᾽ ὑπὸ λαγόνι κείμενον ὄρουςτῆς τ᾽ ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον. καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν. καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο. [4] εἰ μὲν οὖν συνιδὼν Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ δι᾽ αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι [p. 315] καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας φυλάττων, μετὰ αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν. [5] οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τ᾽ αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι: καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων: τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο, [6] εἶχε ταῦτα. καὶ οὐδὲ τότ᾽ ἀπαναστῆσαι τὴν στρατιὰν Μενήνιος ὑπέμεινεν, ἀλλ᾽ ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων. καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους διπλάσιοι τῶν πολεμίων ὄντες. [7] ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν. ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπινἐτάξαντο γὰρ ἐπὶ βάθοςἐμπτώσει πολλῇ συνεργούμενοι. πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα: οἱ δ᾽ ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι [p. 316] καὶ τῶν νεκρῶν γίνονται κύριοι. καὶ [8] κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ δι᾽ ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς: οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλ᾽ ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: