previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀφικόμενοι δ᾽ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτ᾽ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες, [2] ὥσπερ ἔφην. συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς: καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον. τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφ᾽ Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δ᾽ ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους. [3] πρὸς ταῦτ᾽ ἐψηφίσατο βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματαἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο [p. 387] οὐδὲν ὑγιὲς φρονοῦντεςφυλακὴν ἑτέραν πέμψαι, ἔμελλε δι᾽ ἀσφαλείας ἕξειν τὴν πόλιν: ἐπὶ δ᾽ Αἰκανοὺς ἄγειν τὴν στρατιὰν τὸν ἕτερον τῶν ὑπάτων Σερούιον Φούριον: καὶ ἐγίνετο ταχεῖα ἀμφοῖν ἔξοδος. [4] οἱ δ᾽ Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε. ἐπεὶ δ᾽ εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δ᾽ ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν αὐτῶν τῆς γνώμης ληψόμενοι. [5] ὡς δ᾽ οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον. μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ: τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν: μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τ᾽ ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον. τοῖς δὲ πολεμίοις ταῦθ᾽ ὁρῶσι πολὺ θράσος προσεγένετο: καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: