previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παραλαβὼν δὲ τὴν ἀπολογίαν Σερουίλιος εἶπεν: εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, πολῖται, [p. 326] καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι: εἰ δ᾽ ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα τι πάλαι βούλεσθε χρῆσθε. [2] ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς: δόξαιμι γὰρ ἂν σὺν δίκῃ πάσχειν, τι ἄν μου καταγνῶτε, ὑμεῖς τ᾽ ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν καὶ εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι. ἔσται δέ μοι διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἐπὶ δίκην κεκλήκατέ [3] με. ταῦτ᾽ εἰπὼν ἐπέσχε: σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν: ἀλλ᾽ εἴ τοι δικασταῖς ὑμῖν, πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ. ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε. ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθ᾽ ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου ἀρχῆς, καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει. λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία. [4] τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ [p. 327] φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν: τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετ᾽ ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες. [5] τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δ᾽ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδ᾽ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθ᾽ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: