ἑλομένης δὲ τῆς βουλῆς μεσοβασιλεῖς τῶν ἀρχαιρεσίων ἕνεκα, καὶ τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος εἰς τὸ πεδίον τοὺς λόχους, ἀποδείκνυται Καίσων Φάβιος ὁ τὰ ἀριστεῖα λαβὼν ἐκ τῆς μάχης, ἀδελφὸς δὲ τοῦ τὴν ἀρχὴν ἀποθεμένου, τὸ τρίτον ὕπατος καὶ σὺν αὐτῷ Τῖτος Οὐεργίνιος. οὗτοι διαλαχόντες τὰς δυνάμεις ἐξῄεσαν εἰς τὴν ὕπαιθρον: [2] Φάβιος μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς. Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπ᾽ αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις: καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ἄλλης λείας ἐξ ἐφόδου. Οὐιεντανοὶ δὲ κατ᾽ ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς ἁρπαγὴν τετραμμένοις τῆς λείας. [3] ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, [p. 295] καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δ᾽ εἰς φυγὴν τρέπουσι: καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότ᾽ ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν. ἐκείνου δ᾽ ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθ᾽ ἕνα διεσκεδασμένοι: πάντες δ᾽ ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν τούτῳ ἔμειναν. [4] ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα. γίνεταί τ᾽ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τ᾽ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους: καὶ πάντα ἦν μεστὰ [5] ὅπλων. ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει: καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ [p. 296] στρατιὰν κατέλαβε. πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ [6] ἄλλῃ κακώσει. μετ᾽ οὐ πολὺ δ᾽ ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις: καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας. ὡς δ᾽ εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες ἀπῆγον ἐπ᾽ οἴκου τὴν στρατιάν. [7] ὡς δ᾽ ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τ᾽ αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά. κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα [p. 297] κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι. [8] αὕτη χρόνου μὲν μήκει βραχεῖα ἐγένετο ἡ τῶν Οὐιεντανῶν εἰς τὴν Ῥωμαίων γῆν ἐμβολή, πλήθει δὲ χώρας, ἣν ἐπῆλθον, ἐν τοῖς πάνυ μεγάλη, καὶ ἀχθηδόνα σὺν αἰσχύνῃ Ῥωμαίοις ἀήθη παρέσχεν ἄχρι Τιβέριός τε ποταμοῦ καὶ ὄρους Ἰανίκλου στάδια τῆς Ῥώμης οὐδ᾽ εἴκοσιν ἀφεστῶτος ἀφικομένη. ἡ κωλύσουσα γὰρ δύναμις ἐπὶ πλεῖον χωρεῖν τὰ πολέμια οὐκ ἦν ὑπὸ σημαίαις. ἔφθασε γοῦν τὸ τῶν Οὐιεντανῶν στράτευμα πρὶν ἢ συνελθεῖν τε καὶ λοχισθῆναι τοὺς Ῥωμαίους ἀπελθόν.