previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄππιος μὲν δὴ ταῦτ᾽ εἶπεν, ἐκ δὲ τῶν δημάρχων πρεσβύτατος καὶ πλείστου ἀξιώματος τυγχάνων, Γάιος Λαιτώριος, ἀνὴρ ἔν τε τοῖς πολέμοις ἐγνωσμένος εἶναι ψυχὴν οὐ κακὸς καὶ τὰ πολιτικὰ πράττειν οὐκ ἀδύνατος, ἀνίσταται πρὸς ταῦτ᾽ ἀπολογησόμενος: καὶ διῆλθεν ὑπὲρ τοῦ δήμου λόγον πολὺν ἀπὸ τῶν ἄνωθεν ἀρξάμενος: ὡς πολλὰς μὲν καὶ χαλεπὰς στρατείας οἱ βλασφημούμενοι πρὸς αὐτοῦ πένητες ἐστρατεύσαντο, οὐ μόνον ἐπὶ τῶν βασιλέων, ὅτε τὴν ἀνάγκην ἄν τις ᾐτιάσατο, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνων ἐκβολὴν ἐλευθερίαν κτώμενοι τῇ πατρίδι καὶ ἡγεμονίαν: [p. 355] [2] ἀμοιβὴν δ᾽ οὐδεμίαν ἐκομίσαντο παρὰ τῶν πατρικίων, οὐδ᾽ ἀπήλαυσαν οὐδενὸς τῶν κοινῶν ἀγαθῶν, ἀλλ᾽ ὡς πολέμῳ ἁλόντες ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν καὶ τὴν ἐλευθερίαν, ἣν ἀνασώσασθαι βουλόμενοι καταλιπεῖν ἠναγκάσθησαν τὴν πατρίδα πόθῳ γῆς ἑτέρας, ἐν τὸ μὴ ὑβρίζεσθαι αὐτοῖς ἐλευθέροις οὖσιν ὑπάρξει: καὶ οὔτε βιασάμενοι τὴν βουλὴν οὔτε πολέμῳ προσαναγκάσαντες εὕροντο τὴν ἐπὶ τὰ σφέτερα κάθοδον, ἀξιούσῃ δὲ καὶ δεομένῃ τὰ ἐκλειφθέντα ἀπολαβεῖν εἴξαντες ἔδωκαν. [3] τούς θ᾽ ὅρκους διεξῄει καὶ τὰς συνθήκας τὰς ἐπὶ τῇ καθόδῳ γενομένας ἀνεκαλεῖτο: ἐν αἷς ἦν ἀμνηστία μὲν πρῶτον ἁπάντων, ἔπειτ᾽ ἐξουσία τοῖς πένησιν ἀρχὰς ἀποδεικνύναι, τιμωροὺς μὲν ἐσομένας σφίσιν αὐτοῖς, [4] τοῖς δὲ κατισχύειν βουλομένοις ἀντιπάλους. διεξελθὼν δὲ ταῦτα τοὺς νόμους ἐπεδείκνυτο, οὓς δῆμος ἐπεκύρωσεν οὐ πρὸ πολλοῦ, τόν τε περὶ τῶν δικαστηρίων τῆς μεταγωγῆς, ὡς ἔδωκεν βουλὴ τῷ δήμῳ τὴν ἐξουσίαν κρίνειν οὓς ἂν αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὸν ὑπὲρ τῆς ψηφοφορίας, ὃς οὐκ ἔτι τὴν λοχῖτιν ἐκκλησίαν, ἀλλὰ τὴν κουριᾶτιν ἐποίει τῶν ψήφων κυρίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: