previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι: [2] ἀλλ᾽ ὑπαχθεὶς ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτ᾽ εὐτυχὲς οὔτ᾽ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρ᾽ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις [p. 323] ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι. [3] οὐ μέντοι θανάτου γ᾽ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλ᾽ ἐκτίσματος, πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότ᾽ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δ᾽ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων. ἦν δ᾽ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι. [4] καὶ τοῦτ᾽ ἐπίφθονον ἐφάνη τοῖς τότ᾽ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δ᾽ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς. ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι, [5] οὔτ᾽ ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν. μετ᾽ οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο: οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδ᾽ ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τ᾽ αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν καινῶνἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ [p. 324] τὴν καταδίκην ἀπαριθμεῖνοὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τ᾽ ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου. καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: