previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καίσων δὲ Φάβιος ἕτερος τῶν ὑπάτων, οὐδενὸς [p. 275] χεῖρον στρατηγήσας, ἀφῃρέθη τὸν ἐκ τῶν ἔργων ἔπαινον παρ᾽ οὐδὲν ἁμάρτημα ἴδιον, ἀλλ᾽ ὅτι τὸ δημοτικὸν οὐκ εἶχε κεχαρισμένον αὐτῷ, ἐξ οὗ τὸν ὕπατον Κάσσιον ἐπὶ τῇ τυραννίδι προσαγγείλας ἀπέκτεινεν. [2] οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθ᾽ ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθ᾽ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτ᾽ ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε. καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θ᾽ ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην ἀμφοῖν. [3] γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφ᾽ οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρ᾽ ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτ᾽ ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλ᾽ ἐάσαντες ἀτελὲς ἔργον καλὸν ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν. [4] ἐπιχειρησάντων δ᾽ αὐτοκράτορα τὸν ὕπατον ἀναγορεῦσαί τινων μέγα [p. 276] ἐμβοήσαντες ἀθρόοι κακιζούσῃ τῇ φωνῇ τὸν ἡγεμόνα ἐλοιδόρουν, ὡς πολλοὺς σφῶν καὶ ἀγαθοὺς ἀπολωλεκότα δἰ ἀπειρίαν τοῦ στρατηγεῖν: καὶ ἄλλῃ πολλῇ βλασφημίᾳ καὶ ἀγανακτήσει χρησάμενοι λύειν τὸν χάρακα καὶ ἀπάγειν σφᾶς εἰς τὴν πόλιν ἠξίουν, ὡς οὐχ ἱκανοὺς ἐσομένους, ἐὰν ἐπίωσιν οἱ πολέμιοι, δευτέραν ὑπομεῖναι μάχην. [5] καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος, οὔτ᾽ ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις, οὔτ᾽ ἀπειλὰς καὶ ἀνατάσεις, ὁπότε καὶ ταύταις χρήσαιτο, δι᾽ εὐλαβείας ἐλάμβανον, ἀλλὰ πρὸς ἅπαντα τραχυνόμενοι ταῦτα διέμενον. τοσαύτη δ᾽ ἀναρχία καὶ καταφρόνησις τοῦ ἡγεμόνος πᾶσιν ἐξ αὐτῶν παρέστη, ὥστε περὶ μέσας νύκτας ἐξαναστάντες τάς τε σκηνὰς ἔλυον καὶ τὰ ὅπλα ἀνελάμβανον καὶ τοὺς τραυματίας ἐβάσταζον οὐδενὸς κελεύσαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: