Ἑρμῆς
θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ
Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν.
Δεσπότης α
ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς; φέρ᾽ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ
ἄρτου τρύφος. οὐ μὰ Δί᾽, ἀλλὰ ζώνην χρυσίου.
Ἡρακλῆς
μὴ θαυμάσῃς: κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ
πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος ἀκριβῶς ἐστιν. τοιγαροῦν Κλεάνθην οὐκ
[p. 94] εἰς μακρὰν αὐτὸν ὄψει: κρεμήσεται γὰρ ἀπὸ τοῦ
πώγωνος οὕτω μιαρὸς ὤν.