Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
καὶ ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ τοιοῦτοι
ὄντες μηδὲν εἰς ἡμᾶς ἄλλο ἐξύβριζον: οἱ δέ, μάλα
[p. 74] σεμνοὶ καὶ σκυθρωποὶ τὰ ἔξω καὶ τὰ δημόσια φαινόμενοι, ἢν παιδὸς ὡραίου ἢ γυναικὸς λάβωνται καλῆς ἢ ἐλπίσωσιν,^ σιωπᾶν ἄξιον οἷα ποιοῦσιν. ἔνιοι δὲ καὶ ξένων τῶν σφετέρων γυναῖκας ἀπάγουσι μοιχεύσοντες κατὰ τὸν Ἰλιέα ἐκεῖνον νεανίσκον, ὡς φιλοσοφοῖεν δὴ καὶ αὗται: εἶτα κοινὰς
αὐτὰς ἅπασι τοῖς ξυνοῦσι προθέμενοι Πλάτωνός
τι δόγμα οἴονται ποιεῖν, οὐκ εἰδότες ὅπως ὁ ἱερὸς ἐκεῖνος ἠξίου κοινὰς ἡγεῖσθαι τὰς γυναῖκας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.