previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[29] τίς δ᾽ οὗτος ἄλλος προσιών ἐστιν, Ἡράκλεις, καλός, τὴν κιθάραν;

Ἡρακλῆς
Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥδιστος κελευστῶν ἁπάντων πρὸς γοῦν τὴν ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες. χαῖρε, [p. 88] ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ: οὐκ ἐπιλέλησαι γάρ που Ἡρακλέους.

Ὀρφεύς
νὴ καὶ ὑμεῖς γε, Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ. ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα, ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα.

Ἑρμῆς
οὐκοῦν δεῖξον, παῖ Καλλιόπης, ἔνθα ἐστὶν χρυσίου γάρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν.

Ὀρφεύς
εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμ᾽ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι πρὸς αὐτοῦ: μιαρὸς γάρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν.

Ἑρμῆς
δεῖξον μόνον.

Ὀρφεύς
αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδ᾽ ἴδοιμι αὐτόν.

Φιλοσοφία

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: