previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] μὲν γὰρ ἐν τοῖς συμποσίοις δρῶσιν καὶ μεθύσκονται, μακρὸν ἂν εἴη λέγειν. καὶ ταῦτα ποιοῦσι πῶς οἴει κατηγοροῦντες αὐτοὶ μέθης καὶ μοιχείας καὶ λαγνείας καὶ φιλαργυρίας: οὐδὲν γοῦν οὕτως εὕροις ἂν ^ ἄλλο ἄλλῳ ἐναντίον ὡς τοὺς λόγους αὐτῶν καὶ τὰ ἔργα. οἷον κολακείαν μισεῖν φασιν, κολακείας ἕνεκα τὸν Γναθωνίδην τὸν Στρουθίαν ὑπερβαλέσθαι δυνάμενοι. ἀληθεύειν τοὺς ἄλλους προτρέποντες, οὐκ ἂν οὐδὲ κινῆσαι τὴν γλῶτταν μὴ μετὰ τοῦ καὶ ψεύσασθαι δύναιντο. ἡδονὴ πᾶσιν ἐχθρὸν τῷ λόγῳ καὶ Ἐπίκουρος πολέμιος, ἔργῳ δὲ διὰ ταύτην ἅπαντα πράττουσιν. τὸ δ᾽ ὀξύχολον καὶ μικραίτιον καὶ πρὸς ὀργὴν ῥᾴδιον ὑπὲρ τὰ βρεφύλλια τὰ νεογνά: γέλωτα γοῦν οὐ μικρὸν παρέχουσι τοῖς θεωμένοις, ὁπόταν ὑπὸ τῆς τυχούσης αἰτίας ἐπιζέσῃ μὲν αὐτοῖς [p. 76] χολή, πελιδνοὶ δὲ τὴν χροιὰν βλέπωνται, ἰταμόν τι καὶ παράφορον δεδορκότες, καὶ ἀφροῦ, μᾶλλον δὲ ἰοῦ, μεστὸν αὐτοῖς τὸ στόμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: