Φιλοσοφία
οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς
φιλοσοφοῦσιν, ὦ Ἑρμῆ. οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλ᾽ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν.
Ἑρμῆς
οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον.
Ἡρακλῆς
εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ. οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών.
καί μοι τήνδε ἤδη τραπώμεθα.