Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
ὁρᾶτε,
ὦ Ἑρμῆ καὶ Φιλοσοφία,
δύο μὲν
ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων Αἷμός ἐστιν τὸ μεῖζον,
ἡ καταντικρὺ δὲ Ῥοδόπη πεδίον δ᾽ ὑποπεπταμένον πάμφορον,
ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον,
καί τινας
[p. 82] λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας,
οὐκ
ἀμόρφους τὴν τραχύτητα,
οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως.
καὶ ἡ πόλις γάρ ἤδη φαίνεται.
Ἑρμῆς
νὴ Δί᾽, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη
ἁπασῶν πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος.
καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς.
Ἡρακλῆς
Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.
Ἑρμῆς