Φιλοσοφία
καὶ μὴν ἄκουε, ὦ Ζεῦ, ἡλίκα ἐστίν. μιαρὸν γάρ τι φῦλον ἀνθρώπων καὶ ὡς τὸ πολὺ δουλικὸν
καὶ θητικόν, οὐ ξυγγενόμενον ἡμῖν ἐκ παίδων
ὑπ᾽ ἀσχολίας: ἐδούλευεν γὰρ ἢ ἐθήτευεν ἢ ἄλλας τινὰς τέχνας οἵας εἰκὸς τοὺς τοιούτους ἐμάνθανεν,
σκυτεύειν ἢ τεκταίνειν ἢ περὶ πλυνοὺς ἔχειν
ἢ ἔρια ξαίνειν, ὡς εὐεργὰ εἴη ταῖς γυναιξὶν καὶ
εὐμήρυτα καὶ κατάγοιτο εὐμαρῶς ὁπότε ἢ κρόκην ἐκεῖναι στρέφοιεν ἢ μίτον κλώθοιεν. τοιαῦτα τοίνυν ἐν παισὶ ^ μελετῶντες οὐδὲ ὄνομα τὸ ἡμέτερον ᾔδεσαν. ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν
ἤρξαντο καὶ κατεῖδον τὴν αἰδῶ, ὅση παρὰ τῶν πολλῶν ἐστιν τοῖς ἑταίροις τοῖς ἐμοῖς, καὶ ὡς ἀνέχονται οἱ ἄνθρωποι τὴν παρρησίαν αὐτῶν καὶ χαίρουσιν θεραπευόμενοι καὶ συμβουλεύουσι πείθονται καὶ ἐπιτιμώντων ὑποπτήσσουσι, ταῦτα πάντα τυραννίδα οὐ μικρὰν ἡγοῦντο εἶναι.