next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀληθῆ ταῦτά φασιν, πάτερ, ὡς ἐμβάλοι τις φέρων αὑτὸν εἰς τὸ πῦρ κατέναντι Ὀλυμπίων, ἤδη πρεσβύτης ἄνθρωπος, οὐκ ἀγεννὴς θαυματοποιὸς τὰ τοιαῦτα; Σελήνη γὰρ ἡμῖν διηγεῖτο, αὐτὴ ἑωρακέναι καιόμενον λέγουσα.

Ζεύς
καὶ πάνυ ἀληθῆ, Ἄπολλον ὡς μή ποτε γενέσθαι ὤφελεν.

Ἀπόλλων
οὕτω χρηστὸς γέρων ἦν καὶ ἀνάξιος ἐν πυρὶ ἀπολωλέναι;

Ζεύς
καὶ τοῦτο μὲν ἴσως: ἀλλ᾽ ἐγὼ πολλὴν τὴν ἀηδίαν μέμνημαι ἀνασχόμενος τότε ὑπὸ κνίσης πονηρᾶς, οἵαν εἰκὸς ἀποφέρεσθαι ὀπτωμένων ἀνθρωπείων σωμάτων. εἰ γοῦν μὴ εἰς τὴν Ἀραβίαν ὡς εἶχον εὐθὺς ἀπιὼν ᾠχόμην, ἀπολώλειν [p. 56] ἄν, εὖ ἴσθι, ἀτοπίᾳ τοῦ καπνοῦ: καὶ ὅμως ἐν τοσαύτῃ εὐωδίᾳ καὶ ἀφθονίᾳ τῶν ἀρωμάτων καὶ ἐν λιβανωτῷ παμπόλλῳ μόλις αἱ ῥῖνες ἐπιλαθέσθαι μοι καὶ ἀπομαθεῖν ἤθελον τὴν κηλῖδα ἐκείνην τῆς ὀσμῆς, ἀλλὰ καὶ νῦν ὀλίγου δέω ναυτιᾶν ὑπομνησθεὶς αὐτῆς.

Ἀπόλλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: