Ἡρακλῆς
τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ: κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.
Ἑρμῆς
οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν. σὺ οὖν, Φιλοσοφία, λέγε
οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι.
Φιλοσοφία
οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομάζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς: ἀπὸ δ᾽ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ
[p. 84] κτήματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυκτήτους.