previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

82. τοῦτον μὲν οὖν ὕστερον ἀπέκτεινε μετὰ τὴν Κλεοπάτρας τελευτήν. Ἀντώνιον δὲ πολλῶν αἰτουμένων θάψαι καὶ βασιλέων καὶ στρατηγῶν, οὐκ ἀφείλετο Κλεοπάτρας τὸ σῶμα Καῖσαρ, ἀλλὰ ἐθάπτετο ταῖς ἐκείνης χερσὶ πολυτελῶς καὶ βασιλικῶς, πᾶσιν ὡς ἐβούλετο χρῆσθαι λαβούσης. ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης ῾ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτὀ πυρετῶν ἐπιλαβόντων ἠγάπησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτως ἑαυτήν. [2] ἦν δὲ ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, φράσασα τἀληθὲς ἐχρῆτο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς Ὄλυμπος εἴρηκεν ἱστορίαν τινὰ τῶν πραγμάτων τούτων ἐκδεδωκώς. ὑπονοήσας δὲ Καῖσαρ ἀπειλὰς μέν τινας αὐτῇ καὶ φόβους περὶ τῶν τέκνων προσέβαλλεν, οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο καὶ παρεδίδου τὸ σῶμα θεραπεύειν καὶ τρέφειν τοῖς χρῄζουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: