Click on a word to bring up parses, dictionary entries, and frequency statistics
5.
ταῦτα μὲν οὖν ὕστερον: ἐπεὶ δὲ τὰ Ῥωμαίων
πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν
Πομπηΐῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν
Καίσαρα καλούντων ἐκ Γαλατίας ἐν τοῖς
ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς
θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο,
καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς
πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις
ἀφειδῶς ἀφ᾽ ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε
τὸν Ἀντώνιον, εἶτα τῶν ἐπ᾽ οἰωνοῖς ἱερέων,
οὓς Αὔγουρας καλοῦσιν.
[2]
ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν
παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις
ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου
τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους
ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν
ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα
γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς
Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις,
οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν
αὐτῷ:
[3]
δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ
προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν
συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω,
καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ
μέτρια Καίσαρος ἀξιοῦν ἀφ᾽ ὧν ἔγραψε δόξαντος.
[4]
τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων,
τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα,
τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν
ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων
παρ᾽ ὀλίγους κελευόντων, ἀναστὰς Ἀντώνιος
ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα
τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις
ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην
ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον
ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν
ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν
ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε
Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε
τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς
ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος
ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου
ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα: καὶ κατεβόων
εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν
Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις
παρρησίας μέτεστιν, ἀλλ᾽ ἐλαύνεται καὶ κινδυνεύει
πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.