previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. ἦν δὲ ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμασιν ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι δοκῶν Ἀντωνίου καὶ πολλὰ τῆς Καίσαρος φιλίας ἀπολελαυκέναι δἰ αὐτόν. ἐλθὼν δὲ καὶ παραστρατοπεδεύσας πλησίον, ὡς οὐθὲν ἀπήντα φιλάνθρωπον, ἔγνω παραβαλέσθαι. καὶ κόμη μὲν ἀτημελὴς καὶ βαθὺς πώγων μετὰ τὴν ἧτταν εὐθὺς ἦν αὐτῷ καθειμένος, λαβὼν δὲ φαιὸν ἱμάτιον ἐγγὺς προσῆγε τῷ χάρακι τοῦ Λεπίδου καὶ λέγειν ἤρξατο. [2] πολλῶν δὲ καὶ πρὸς τὴν ὄψιν ἐπικλωμένων καὶ τοῖς λόγοις ἀγομένων, δείσας Λέπιδος τὰς σάλπιγγας ἐκέλευσε συνηχούσας ἀφελέσθαι τὸ κατακούεσθαι τὸν Ἀντώνιον. οἱ δὲ στρατιῶται μᾶλλον ᾤκτειραν καὶ διελέγοντο κρύφα, Λαίλιον καὶ Κλώδιον ἀποστείλαντες πρὸς αὐτόν, ἐσθῆτας λαβόντας ἑταιρευομένων γυναικῶν, οἳ τὸν Ἀντώνιον ἐκέλευον ἐπιχειρεῖν θαρροῦντα τῷ χάρακι: πολλοὺς γὰρ εἶναι δεξομένους1 καὶ τὸν Λέπιδον, εἰ βούλοιτο, κτενοῦντας. [3] Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθ᾽ ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσας ἁπάντων ἡμερώτατα Λεπίδῳ προσηνέχθη. πατέρα γὰρ προσηγόρευσεν αὐτὸν ἀσπασάμενος: καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς ἦν κύριος, ἐκείνῳ δ᾽ ὄνομα καὶ τιμὴν αὐτοκράτορος διετέλει φυλάττων. [4] τοῦτο καὶ Πλάγκον αὐτῷ Μουνάτιον ἐποίησε προσθέσθαι, καθήμενον οὐ πρόσω μετὰ συχνῆς δυνάμεως. οὕτω δὲ μέγας ἀρθεὶς αὖθις ὑπερέβαλε τὰς Ἄλπεις, εἰς τὴν Ἰταλίαν ἄγων ἑπτακαίδεκα τέλη πεζῶν σὺν αὑτῷ καὶ μυρίους ἱππεῖς: χωρὶς δὲ φρουρὰν Γαλατίας ἓξ τάγματα λελοίπει μετὰ Οὐαρίου τινὸς τῶν συνήθων καὶ συμποτῶν, ὃν Κοτύλωνα προσηγόρευον.

1 τοὺς δεξομένους Coraës and Bekker, after Reiske: δεξομένους with the MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: