Click on a word to bring up parses, dictionary entries, and frequency statistics
38.
πρῶτον μὲν οὖν αὐτοῦ δεον ἐν
Ἀρμενίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν
στρατόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυμένον
πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χειμαδίων
Πάρθους ἔαρος ἀρχῇ Μηδίαν καταλαβεῖν, οὐκ
ἠνέσχετο τὸν χρόνον, ἀλλ᾽ εὐθὺς ἦγεν ἐν ἀριστερᾷ
λαβὼν Ἀρμενίαν, καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος
ἐπόρθει τὴν χώραν.
[2]
ἔπειτα μηχανημάτων
αὐτῷ πρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαις
ἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸς ἦν
ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνεχώρει
διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι διὰ τὸ τὴν
ἄνω χώραν πᾶν ξύλον ἀγεννὲς εἰς μῆκος καὶ
μαλθακὸν ἐκφέρειν, ἐπειγόμενος ὡς ἐμπόδια τοῦ
ταχύνειν ἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν
ἡγεμόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲ
Φραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶ
γυναῖκες ἦσαν τοῦ τῆς Μηδίας βασιλέως, ἐπολιόρκει.
[3]
τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρτε τὰς
μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης, ὁμόσε χωρῶν
ἔχου πρὸς τὴν πόλιν χῶμα σχολῇ καὶ πολυπόνως
ἀνιστάμενον. ἐν τούτῳ δὲ καταβαίνων στρατιᾷ
μεγάλῃ Φραάτης, ὡς ἤκουσε τὴν ἀπόλειψιν τῶν
μηχανοφόρων ἁμαξῶν, ἔπεμψε τῶν ἱππέων πολλοὺς
ἐπ᾽ αὐτάς, ὑφ᾽ ὧν περιληφθεὶς ὁ Στατιανὸς
ἀποθνήσκει μὲν αὐτός, ἀποθνήσκουσι δὲ μύριοι
τῶν μετ᾽ αὐτοῦ. τὰς δὲ μηχανὰς ἑλόντες οἱ
βάρβαροι διέφθειραν. εἷλον δὲ παμπόλλους, ἐν
οἷς καὶ Πολέμων ἦν ὁ βασιλεύς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.