[4] οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος: οἷον ὅτε, Καίσαρι πολλῶν ἀπαντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν. εἶτα ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης ὡς ἐπίασιν οἱ πολέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψεν εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν Φουλβίᾳ παρ᾽ Ἀντωνίου κομίζειν εἰσήχθη πρὸς αὐτὴν ἐγκεκαλυμμένος. [5] εἶτα ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματα λαβεῖν ἠρώτησεν εἰ ζῇ ὁ Ἀντώνιος: ὁ δὲ τὴν ἐπιστολὴν σιωπῇ προτείνας ἀρξαμένην λύειν καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλησε.
ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνεκα δείγματος ἐξενηνόχαμεν.