[2] τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφ᾽ ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπ᾽ οὐρᾶς, καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινὰς ὡς μέγα κατόρθωμα ποιήσων. δόντος δὲ προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ, ὡς πρότερον, ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλὰ ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον. [3] ὁρῶντες δὲ αὐτὸν οἱ τῆς οὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον ἐκάλουν πέμποντες: ὁ δὲ οὐκ ἐπείθετο. Τίτιον δέ φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δὲ ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν, ὁ μὲν Τίτιος ἀπεχώρει: τὸν δὲ Γάλλον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ περισχόντες ἐκ τῶν ὄπισθεν. [4] βαλλόμενος δὲ πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρὰ Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι διαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν φάλαγγα, πέμποντες κατ᾽ ὀλίγους ἐπιβοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες τὸ στρατόπεδον, εἰ μὴ ταχὺ μὲν αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος ἧκεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.