Click on a word to bring up parses, dictionary entries, and frequency statistics
55.
ταῦτα δὲ εἰς σύγκλητον ἐκφέρων Καῖσαρ
καὶ πολλάκις ἐν τῷ δήμῳ κατηγορῶν παρώξυνε
τὸ πλῆθος ἐπ᾽ Ἀντώνιον. ἔπεμπε δὲ καὶ Ἀντώνιος
ἀντεγκαλῶν ἐκείνῳ. μέγιστα δ᾽ ἦν ὧν
ἐνεκάλει, πρῶτον μέν, ὅτι Πομπηΐου Σικελίαν
ἀφελόμενος οὐκ ἔνειμε μέρος αὐτῷ τῆς νήσου:
δεύτερον, ὅτι χρησάμενος ναῦς παρ᾽ αὐτοῦ πρὸς
τὸν πόλεμον ἀπεστέρησε: τρίτον, ὅτι τὸν συνάρχοντα
Λέπιδον ἐκβαλὼν τῆς ἀρχῆς καὶ ποιήσας
ἄτιμον αὐτὸς ἔχει στρατὸν καὶ χώραν καὶ προσόδους
τὰς ἐκείνῳ προσνεμηθείσας:
[2]
ἐπὶ πᾶσιν, ὅτι
τοῖς αὑτοῦ στρατιώταις ἅπασαν ὀλίγου δεῖν
Ἰταλίαν κατακεκληρούχηκε, μηδὲν λιπὼν τοῖς
ἐκείνου. πρὸς ταῦτα Καῖσαρ ἀπελογεῖτο Λέπιδον
μὲν ὑβρίζοντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δὲ
ἔσχηκε πολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον
ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν: τοῖς δὲ
στρατιώταις Ἰταλίας μὴ μετεῖναι: Μηδίαν γὰρ
ἔχειν καὶ Παρθίαν αὐτούς, ἃς προσεκτήσαντο
Ῥωμαίοις καλῶς ἀγωνισάμενοι μετὰ τοῦ αὐτοκράτορος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.