Click on a word to bring up parses, dictionary entries, and frequency statistics
52.
τῷ δὲ βασιλεῖ τῶν Μήδων γίνεται
διαφορὰ πρὸς Φραόρτην τὸν Πάρθον, ἀρξαμένη
μέν, ὥς φασιν, ὑπὲρ τῶν Ῥωμαϊκῶν λαφύρων,
ὑπόνοιαν δὲ τῷ Μήδῳ καὶ φόβον ἀφαιρέσεως τῆς
ἀρχῆς παρασχοῦσα. διὸ καὶ πέμπων ἐκάλει τὸν
Ἀντώνιον, ἐπαγγελλόμενος συμπολεμήσειν μετὰ
τῆς ἑαυτοῦ δυνάμεως.
[2]
γενόμενος οὖν ἐπ᾽ ἐλπίδος
μεγάλης ὁ Ἀντώνιος ῾ᾧ γὰρ ἐδόκει μόνῳ τοῦ
κατειργάσθαι Πάρθους ἀπολιπεῖν, ἱππέων πολλῶν
καὶ τοξοτῶν ἐνδεὴς ἐλθών, τοῦτο ἑώρα
προσγινόμενον αὐτῷ χαριζομένῳ μᾶλλον ἢ δεομένᾠ
παρεσκευάζετο δἰ Ἀρμενίας αὖθις ἀναβαίνειν
καὶ συγγενόμενος τῷ Μήδῳ περὶ ποταμὸν
Ἀράξην οὕτω κινεῖν τὸν πόλεμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.