Χορός
εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
οἷ᾽ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
975ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ᾽ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
αὐτόματα πάντ᾽ ἀγαθὰ τῷδέ γε πορίζεται.
οὐδέποτ᾽ ἐγὼ Πόλεμον οἴκαδ᾽ ὑποδέξομαι,
980οὐδὲ παρ᾽ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾁσεται
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
ὅστις ἐπὶ πάντ᾽ ἀγάθ᾽ ἔχοντας ἐπικωμάσας
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
‘πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν’
985τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
ἐξέχει θ᾽ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.