Θεράπων Λαμάχου
ὦ δμῶες οἳ κατ᾽ οἶκόν ἐστε Λαμάχου,
1175ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε:
ὀθόνια, κηρωτὴν παρασκευάζετε,
ἔρι᾽ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
1180καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών,
καὶ Γοργόν᾽ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος:
‘ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σ᾽ ἰδὼν
1185λείπω φάος γε τοὐμόν, οὐκέτ᾽ εἰμ᾽ ἐγώ.’
τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
ὁδὶ δὲ καὐτός: ἀλλ᾽ ἄνοιγε τὴν θύραν.
Λάμαχος
1190ἀτταταῖ ἀτταταῖ
στυγερὰ τάδε γε κρυερὰ πάθεα: τάλας ἐγώ.
διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
1195ἐκεῖνο δ᾽ οὖν αἰακτὸν ἂν γένοιτο,
Δικαιόπολις εἴ μ᾽ ἴδοι τετρωμένον
κᾆτ᾽ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
Δικαιόπολις
ἀτταταῖ ἀτταταῖ
τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
1200φιλήσατόν με μαλθακῶς ὦ χρυσίω
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
*
τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.