Χορός
πῶς δ᾽ ἂν πεποιθοίη τις ἀγγείῳ
τοιούτῳ χρώμενος
κατ᾽ οἰκίαν
τοσόνδ᾽ ἀεὶ ψοφοῦντι;
Δικαιόπολις
ἰσχυρόν ἐστιν ὦγάθ᾽, ὥστ᾽
οὐκ ἂν καταγείη ποτ᾽, εἴπερ
ἐκ ποδῶν
945κατωκάρα κρέμαιτο.
Βοιωτός
μέλλω γά τοι θερίδδειν.
Χορός
ἀλλ᾽ ὦ ξένων βέλτιστε συνθέριζε
καὶ τοῦτον λαβὼν
950πρόσβαλλ᾽ ὅποι βούλει φέρων
πρὸς πάντα συκοφάντην.