Χορός
Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,
ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς:
ὅς γ᾽ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσ᾽ ἄδειπνον.
ὃν ἔτ᾽ ἐπίδοιμι τευθίδος
δεόμενον, ἡ δ᾽ ὠπτημένη
σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
ὀκέλλοι: κᾆτα μέλλοντος
1160λαβεῖν αὐτοῦ κύων
ἁρπάσασα φεύγοι.